호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς ἡρ´πασε ὃν διὰ κάλλος, ἵν ἀθανάτοισι μετείη καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι, θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι, χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν. Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει, ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἀέλλα: τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἱο῀ς ἄποινα, ἵππους ἀρσίποδας, τοί τ ἀθανάτους φορέουσι. τούς οἱ δῶρον ἔδωκεν ἔχειν: εἶπεν δὲ ἕκαστα Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης, ὡς ἐοί ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν. αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γ ἔκλυεν ἀγγελιάων, οὐκέτ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον, γηθόσυνος δ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기