호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς εἰπὼν λάβε χεῖρα: φιλομμειδὴς δ Ἀφροδίτη ἑρ´πε μεταστρεφθεῖσα κατ ὄμματα καλὰ βαλοῦσα ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι χλαίνῃσιν μαλακῇς ἐστρωμένον: αὐτὰρ ὕπερθεν ἄρκτων δέρματ ἔκειτο βαρυφθόγγων τε λεόντων, τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν. οἳ δ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν, κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν, πόρπας τε γναμπτάς θ ἕλικας κάλυκάς τε καὶ ὁρ´μους. λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου Ἀγχίσης: ὃ δ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기