호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τρισσὰς δ οὐ δύναται πεπιθεῖν φρένας οὐδ ἀπατῆσαι: κούρην τ αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην: οὐ γὰρ οἱ εὐάδεν ἔργα πολυχρύσου Ἀφροδίτης, ἀλλ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργ ἀλεγύνειν. πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε ποιῆσαι σατίνας τε καὶ ἁρ´ματα ποικίλα χαλκῷ. ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν ἀγλαὰ ἔργ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ. οὐδέ ποτ Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη. καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν, φόρμιγγές τε χοροί τε διαπρύσιοί τ ὀλολυγαὶ ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν. οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργ Ἀφροδίτης, Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης, αὖτις δ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο, πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων: ἣ δὲ μαλ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν: ὤμοσε δὲ μέγαν ὁρ´κον, ὃ δὴ τετελεσμένος ἐστίν, ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο, παρθένος ἔσσεσθαι πάντ ἤματα, δῖα θεάων. τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο καὶ τε μέσῳ οἴκῳ κατ ἄρ ἕζετο πῖαρ ἑλοῦσα. πᾶσιν δ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기