- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἑρμῆν? 57:

(익명 저작, Homeric Hymns, Εἲς Ἑρμῆν 57:)

ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον: σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι, παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι, τρεῖς: κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά, οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο, μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ παῖς ἔτ ἐὼν μελέτησα: πατὴρ δ ἐμὸς οὐκ ἀλέγιζεν, ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα. αἳ δ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν, προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν: ἢν δ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν, ψεύδονται δὴ ἔπειτα δι ἀλλήλων δονέουσαι. τάς τοι ἔπειτα δίδωμι: σὺ δ ἀτρεκέως ἐρεείνων σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς, πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι. ταῦτ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς ἵππους τ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς. [ὡς ἔφατ: οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι θῆκε τέλος: πᾶσιν δ ἄρ ὅ γ οἰωνοῖσι κέλευσεν καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών, πᾶσι δ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν, οἰο῀ν δ εἰς Αἴ¨δην τετελεσμένον ἄγγελον εἶναι, ὅς τ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION