호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε, μή ποτ ἀποκλέψειν, ὅς Ἑκηβόλος ἐκτεάτισται, μηδέ ποτ ἐμπελάσειν πυκινῷ δόμῳ: αὐτὰρ Ἀπόλλων Λητοΐδης κατένευσεν ἐπ ἀρθμῷ καὶ φιλότητι, μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι, μήτε θεὸν μήτ ἄνδρα Διὸς γόνον: ἐκ δὲ τέλειον [αἰετὸν ἧκε πατήρ: ὁ δ ἐπώμοσεν: ἦ σε μάλ οἰο῀ν] σύμβολον ἀθανάτων ποιήσομαι ἠδ ἅμα πάντων, πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον: αὐτὰρ ἔπειτα ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον, χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει πάντας ἐπικραίνους ἄθλους ἐπέων τε καὶ ἔργων τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς. μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις, οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τιν ἄλλον ἀθανάτων: τὸ γὰρ οἶδε Διὸς νόος: αὐτὰρ ἐγώ γε πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὁρ´κον, μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων ἄλλον γ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν. καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς. ἀνθρώπων δ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω, πολλὰ περιτροπέων ἀμεγάρτων φῦλ ἀνθρώπων. καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν: οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδ ἀπατήσω. ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων, φήμ, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기