호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἐείπε: δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα, μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα: τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν. ἀλλ εἴ μοι τλαίης γε θεῶν μέγαν ὁρ´κον ὀμόσσαι, ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ, πάντ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기