호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα ἐτραπέτην: αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα, ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο τερπόμενοι φόρμιγγι: χάρη δ ἄρα μητιέτα Ζεύς, ἄμφω δ ἐς φιλότητα συνήγαγε: καὶ τὰ μὲν Ἑρμῆς Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν, σήματ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν ἱμερτήν, δεδαώς, ὃ δ ἐπωλένιον κιθάριζεν: αὐτὸς δ αὖθ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην: συρίγγων ἐνοπὴν ποιήσατο τηλόθ ἀκουστήν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기