- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἑρμῆν? 48:

(익명 저작, Homeric Hymns, Εἲς Ἑρμῆν 48:)

τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων, τίς τρίβος· ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν, εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι. καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός, τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν: ἀλλ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν, οἱᾶ νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται. θαυμάζω, Διὸς υἱέ, τάδ, ὡς ἐρατὸν κιθαρίζεις. νῦν δ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας, ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι: νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι σοί τ αὐτῷ καὶ μητρί: τὸ δ ἀτρεκέως ἀγορεύσω: ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόν εἵσω δώσω τ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION