호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε, πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας. ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω: νῦν δ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ, ἦ σοί γ ἐκ γενετῆς τάδ ἅμ ἕσπετο θαυματὰ ἔργα ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν· θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω, ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τιν ἀνδρῶν οὔτε τιν ἀθανάτων, οἳ Ὀλύμπια δώματ ἔχουσι, νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기