- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἑρμῆν? 39:

(익명 저작, Homeric Hymns, Εἲς Ἑρμῆν 39:)

τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα ἀντία βήματ ἔχουσα κόνις ἀνέφαινε μέλαινα: αὐτὸς δ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτ ἄρα ποσσὶν οὔτ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον: ἀλλ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα τοῖα πέλωρ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι. ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, ῥεῖα μάλ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν: αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν, ἄφραστος γένετ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ χῶρον ἀνὰ κρατερόν: τὸν δ ἐφράσατο βροτὸς ἀνὴρ ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων. αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δ ἔνθα, ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς, ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον: οὐδέ κεν αὐτὸν αἰετὸς ὀξὺ λάων ἐσκέψατο: πολλὰ δὲ χερσὶν αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων. αὐτὸς δ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν: οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα οὐδέ κε μηνύσαιμ, οὐδ ἄν μήνυτρον ἀροίμην. Ἠ τοι ἄρ ὣς εἰπὼν κατ ἄρ ἕζετο Φοῖβος Ἀπόλλων: Ερμῆς δ αὖθ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα, δείξατο δ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION