- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἑρμῆν? 27:

(익명 저작, Homeric Hymns, Εἲς Ἑρμῆν 27:)

ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα, ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον: οὐδέ σε μήτηρ ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλ ὑπὸ γαίῃ ἐρρήσεις ὀλίγοισι μετ ἀνδράσιν ἡγεμονεύων. Τὸν δ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι: Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἐείπας· καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ ἱκάνεις· οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα: οὐκ ἂν μηνύσαιμ, οὐκ ἂν μήνυτρον ἀροίμην: οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοίκα. οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν: ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς σπάργανά τ ἀμφ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά. μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη: καί κεν δὴ μέγα θαῦμα μετ ἀθανάτοισι γένοιτο, παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι βουσὶν ἐπ ἀγραύλοισι: τὸ δ ἀπρεπέως ἀγορεύεις. χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δ ὕπο χθών. εἰ δ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὁρ´κον ὀμοῦμαι: μὴ μὲν ἐγὼ μήτ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι, μήτε τιν ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων, αἵ τινες αἱ βόες εἰσί: τὸ δὲ κλέος οἰο῀ν ἀκούω.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION