- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἑρμῆν? 25:

(익명 저작, Homeric Hymns, Εἲς Ἑρμῆν 25:)

ὣς εἰπὼν ἠίξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων: Κυλλήνης δ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ, πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος. ὀδμὴ δ ἱμερόεσσα δι οὔρεος ἠγαθέοιο κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην. ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων. Τὸν δ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα, σπάργαν ἔσω κατέδυνε θυήεντ: ἠύτε πολλὴν πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει, ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν. ἐν δ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε, φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον, ἐγρήσσων ἐτεόν γε: χέλυν δ ὑπὸ μασχάλῃ εἶχε. γνῶ δ οὐδ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς νύμφην τ οὐρείην περικαλλέα καὶ φίλον υἱόν, παῖδ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι. παπτήνας δ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν νέκταρος ἐμπλείους ἠδ ἀμβροσίης ἐρατεινῆς: πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο, πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης, οἱᾶ θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν: ἔνθ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION