호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος, βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδ ἱκάνω, πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς, ἐξ ἀγέλης: ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπ ἄλλων κυάνεος: χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες: οἳ μὲν ἔλειφθεν, οἵ τε κύνες ὅ τε ταῦρος: ὃ δὴ περὶ θαῦμα τέτυκται: ταὶ δ ἔβαν ἠελίοιο νέον καταδυομένοιο ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο. ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας ἀνέρα ταῖσδ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기