- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἑρμῆν? 15:

(익명 저작, Homeric Hymns, Εἲς Ἑρμῆν 15:)

αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων, σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην: μητέρα δ οὐκ ἄρ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον: ἀνθρακιὴν δ ἐμάρανε, κόνιν δ ἀμάθυνε μέλαιναν παννύχιος: καλὸν δὲ φόως κατέλαμπε Σελήνης. Κυλλήνης δ αἶψ αὖτις ἀφίκετο δῖα κάρηνα ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων, οὐδὲ κύνες λελάκοντο: Διὸς δ ἐριούνιος Ἑρμῆς δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτ ὀμίχλη. ἰθύσας δ ἄντρου ἐξίκετο πίονα νηὸν ἦκα ποσὶ προβιβῶν: οὐ γὰρ κτύπεν, ὥσπερ ἐπ οὔδει. ἐσσυμένως δ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς: σπάργανον ἀμφ ὤμοις εἰλυμένος, ἠύτε τέκνον νήπιον, ἐν παλάμῃσι περ ἰγνύσι λαῖφος ἀθύρων κεῖτο, χέλυν ἐρατὴν ἐπ ἀριστερὰ χειρὸς ἐέργων.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION