호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο, τόφρα δ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε δοιὰς ἄγχι πυρός: δύναμις δέ οἱ ἕσπετο πολλή. ἀμφοτέρας δ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας: ἀγκλίνων δ ἐκύλινδε δι αἰῶνας τετορήσας. ἔργῳ δ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ: ὤπτα δ ἀμφ ὀβελοῖσι πεπαρμένα δουρατέοισι σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα ἐργμένον ἐν χολάδεσσι: τὰ δ αὐτοῦ κεῖτ ἐπὶ χώρης: ῥινοὺς δ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ, ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι, δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον: αὐτὰρ ἔπειτα Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας κληροπαλεῖς: τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ. ἔνθ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς: ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα ἡδεῖ: ἀλλ οὐδ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ, καί τε μάλ ἱμείροντι, περῆν ἱερῆς κατὰ δειρῆς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기