- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἑρμῆν? 8:

(익명 저작, Homeric Hymns, Εἲς Ἑρμῆν 8:)

ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε αὐτοῖσίν θ ἵπποισι καὶ ἁρ´μασιν: αὐτὰρ ἄρ Ἑρμῆς Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα, ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς. τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης, πεντήκοντ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους. πλανοδίας δ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον ἴχνι ἀποστρέψας: δολίης δ οὐ λήθετο τέχνης ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν, τὰς δ ὄπιθεν πρόσθεν: κατὰ δ ἔμπαλιν αὐτὸς ἔβαινε. σάνδαλα δ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν, ἄφραστ ἠδ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα, συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους. τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων, οἱά῀ τ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION