호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἂρ ἔφη: ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας. καὶ χερσὶν ἅμ ἀμφοτέρῃσιν ἀείρας ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα. ἔνθ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου αἰῶν ἐξετόρησεν ὀρεσκῴοιο χελώνης. ὡς δ ὁπότ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι, ἢ ὅτε δινηθῶσιν ἀπ ὀφθαλμῶν ἀμαρυγαί, ὣς ἅμ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς. πῆξε δ ἄρ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης. ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι καὶ πήχεις ἐνέθηκ, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν, ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς. αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα, πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος: ἣ δ ὑπὸ χειρὸς σμερδαλέον κονάβησε: θεὸς δ ὑπὸ καλὸν ἀείδεν ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν, ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον, ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι, ἥν τ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기