- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἑρμῆν? 2:

(익명 저작, Homeric Hymns, Εἲς Ἑρμῆν 2:)

Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν, Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου, ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα, νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα, αἰδοίη: Διὸς δ ἐριούνιος υἱὸς ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἐείπε: μακάρων δὲ θεῶν ἠλεύαθ ὅμιλον, ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ, ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην, λήθων ἀθανάτους τε θεοὺς θνητούς τ ἀνθρώπους. ἀλλ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο, τῇ δ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο, εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο: καὶ τότ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην, ληιστῆρ, ἐλατῆρα βοῶν, ἡγήτορ ὀνείρων, νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχ ἔμελλεν ἀμφανέειν κλυτὰ ἔργα μετ ἀθανάτοισι θεοῖσιν. ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν, ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα. ὃς καί, ἐπειδὴ μητρὸς ἀπ ἀθανάτων θόρε γυίων, οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ, ἀλλ ὅ γ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο. ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον: Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατ ἀοιδόν: ἥ ῥά οἱ ἀντεβόλησεν ἐπ αὐλείῃσι θύρῃσι βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην, σαῦλα ποσὶν βαίνουσα:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION