호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα, ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ: αὐτὰρ ὁ βωμὸς αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί. δειπνῆσαί τ ἄρ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε, ἔρχεσθαί θ ἅμ ἐμοὶ καὶ ἰηπαιήον ἀείδειν, εἰς ὅ κε χῶρον ἵκησθον, ἵν ἕξετε πίονα νηόν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기