호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοὺς δ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων: ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθ ὑπότροποι αὖτις ἔσεσθε ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος ἔς τε φίλας ἀλόχους: ἀλλ ἐνθάδε πίονα νηὸν ἕξετ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν. εἰμὶ δ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δ εὔχομαι εἶναι: ὑμέας δ ἤγαγον ἐνθάδ ὑπὲρ μέγα λαῖμα θαλάσσης, οὔ τι κακὰ φρονέων, ἀλλ ἐνθάδε πίονα νηὸν ἕξετ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι, βουλάς τ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα. ἀλλ ἄγεθ, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα: ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας, νῆα δ ἔπειτα θοὴν μὲν ἐπ ἠπείρου ἐρύσασθε, ἐκ δὲ κτήμαθ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης καὶ βωμὸν ποιήσατ ἐπὶ ῥηγμῖνι θαλάσσης: πῦρ δ ἐπικαίοντες ἐπί τ ἄλφιτα λευκὰ θύοντες εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기