호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣσ φάτο καί σφιν θάρσοσ ἐνὶ στήθεσσιν ἔθηκε. ἀλλά τισ ἀθανάτων δεῦρ’ ἤγαγεν οὐκ ἐθέλοντασ. τὸν καὶ ἀμειβόμενοσ Κρητῶν ἀγὸσ ἀντίον ηὔδα· ξεῖν’, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἐοίκασ, οὐ δέμασ οὐδὲ φυήν, ἀλλ’ ἀθανάτοισι θεοῖσιν, οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν. καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ εὖ εἰδῶ· τίσ δῆμοσ; τίσ γαῖα; τίνεσ βροτοὶ ἐγγεγάασιν; ἄλλῃ γὰρ φρονέοντεσ ἐπεπλέομεν μέγα λαῖτμα ἐσ Πύλον ἐκ Κρήτησ, ἔνθεν γένοσ εὐχόμεθ’ εἶναι· νῦν δ’ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντεσ, νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기