- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον]?, [Εἲς Ἀπόλλωνα Πύθιον] 27:

(익명 저작, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον], [Εἲς Ἀπόλλωνα Πύθιον] 27:)

οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τ ἀνθρώπους ἔπλεον: αὐτὰρ ὃ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων: ἐν πόντῳ δ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε: τῶν δ οὔτις κατὰ θυμὸν ἐπεφράσαθ ὥστε νοῆσαι [ἐκβάλλειν δ ἔθελον δελφῖν: ὁ δὲ νῆα μέλαιναν] πάντος ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα. οἳ δ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες: οὐδ οἵ γ ὅπλ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν, οὐδ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο, ἀλλ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν, ὣς ἔπλεον: κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγε νῆα θοήν: πρῶτον δὲ παρημείβοντο Μάλειαν, πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον ἷξον καὶ χῶρον τερψιμβρότου Ηἐλίοιο, Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ Ηἐλίοιο ἄνακτος, ἔχει δ ἐπιτερπέα χῶρον. οἳ μὲν ἄρ ἔνθ ἔθελον νῆα σχεῖν ἠδ ἀποβάντες φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι, εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον ἢ εἰς οἶδμ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει. ἀλλ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής, ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα ἠί ὁδόν: πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων ῥηιδίως ἴθυν: ἣ δὲ πρήσσουσα κέλευθον Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τ ἀνθρώπους. βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην ἠδὲ παρ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ, καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τ ὄρος αἰπὺ πέφαντο Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος. ἀλλ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων, ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει: ἦλθ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης, λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τ ἠέλιόν τε ἔπλεον: ἡγεμόνευε δ ἄναξ Διὸς υἱὸς Ἀπόλλων: ἷξον δ ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν, ἐς λιμέν: ἣ δ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION