호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Απόλλων, οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο, οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ: ταῦτ ἄρα ὁρμαίνων ἐνόης ἐπὶ οἴνοπι πόντῳ νῆα θοήν: ἐν δ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί, Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτι ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기