호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὡρ῀αι, ἣ δ ἔτεκ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι, δεινόν τ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν. αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν: ἣ δ ὑπέδεκτο. ὃς κακὰ πόλλ ἔρδεσκεν ἀγακλυτὰ φῦλ ἀνθρώπων: ὃς τῇ γ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ, πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων καρτερόν: ἣ δ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι κεῖτο μέγ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον. θεσπεσίη δ ἐνοπὴ γένετ ἄσπετος: ἣ δὲ καθ ὕλην πυκνὰ μάλ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν φοινὸν ἀποπνείους: ὃ δ ἐπηύξατο Φοῖβος Ἀπόλλων:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기