호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν Τιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντες Τάρταρον ἀμφὶ μέγαν, τῶν ἐ`ξ ἄνδρες τε θεοί τε: αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου: ἀλλ ὅ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς. ὣς ἄρα φωνήσας ἵμασε χθόνα χειρὶ παχείῃ: κινήθη δ ἄρα Γαῖα φερέσβιος: ἣ δὲ ἰδοῦσα τέρπετο ὃν κατὰ θυμόν: ὀίετο γὰρ τελέεσθαι. ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν οὔτε πότ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος, οὔτε πότ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς: ἀλλ ἥ γ ἐν νηοῖσι πολυλλίστοισι μένουσα τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기