- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον]?, [Εἲς Ἀπόλλωνα Πύθιον] 17:

(익명 저작, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον], [Εἲς Ἀπόλλωνα Πύθιον] 17:)

κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι, ὡς ἔμ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς πρῶτος, ἐπεί μ ἄλοχον ποιήσατο κέδν εἰδυῖαν: καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην, ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν: αὐτὰρ ὅ γ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή: [αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή] ῥῖψ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ: ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν. ὡς ὄφελ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι. σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο· πῶς ἔτλης οἰο῀ς τεκέειν γλαυκῶπιν Ἀθήνην· οὐκ ἂν ἐγὼ τεκόμην· καὶ σὴ κεκλημένη ἔμπης ἠᾶ ῥ ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι. φράζεο νῦν μή τοί τι κακὸν μητίσομ ὀπίσσω. καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν, οὔτε σὸν αἰσχύνας ἱερὸν λέχος οὔτ ἐμὸν αὐτῆς. οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλ ἀπὸ σεῖο τηλόθ ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION