호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων εὐρέα καὶ μάλα μακρὰ διηνεκές: αὐτὰρ ἐπ αὐτοῖς λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδ Ἀγαμήδης, υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν: ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλ ἀνθρώπων ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기