- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον]?, [Εἲς Ἀπόλλωνα Πύθιον] 12:

(익명 저작, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον], [Εἲς Ἀπόλλωνα Πύθιον] 12:)

ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ Ἄπολλον: ἷξες δ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων, οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης. ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων ἵκεο δ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα, κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν πέτρη ἐπικρέμαται, κοίλη δ ὑποδέδρομε βῆσσα, τρηχεῖ: ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION