호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον, ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο. ἔνθ οὔθ ἁρ´ματα καλὰ δονήσεται οὔτε τοι ἵππων ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν, ἀλλά τοι ὣς προσάγοιεν Ιἠπαιήονι δῶρα ἀνθρώπων κλυτὰ φῦλα: σὺ δὲ φρένας ἀμφιγεγηθὼς δέξαι ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων. ὣς εἰποῦς Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ Τελφούσῃ κλέος εἰή ἐπὶ χθονί, μηδ Ἑκάτοιο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기