- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον]?, [Εἲς Ἀπόλλωνα Πύθιον] 5:

(익명 저작, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον], [Εἲς Ἀπόλλωνα Πύθιον] 5:)

ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ Ἄπολλον, Ὀγχηστὸν δ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος: ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ ἕλκων ἁρ´ματα καλά: χαμαὶ δ ἐλατὴρ ἀγαθός περ ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται: οἳ δὲ τέως μὲν κείν ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες. εἰ δέ κεν ἁρ´ματ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι, ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν: ὣς γὰρ τὰ πρώτισθ ὁσίη γένεθ: οἳ δὲ ἄνακτι εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION