호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ἄγεθ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδιξύν, χαίρετε δ ὑμεῖς πᾶσαι: ἐμεῖο δὲ καὶ μετόπισθεν μνήσασθ, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων ἐθάδ ἁνείρηται ξεῖνος ταλαπείριος ἐλθών: ὦ κοῦραι, τίς δ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα· ὑμεῖς δ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως: τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ τοῦ μᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί. ἡμεῖς δ ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπ αἰᾶν ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας: οἳ δ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν. αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기