호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἳ δ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου, ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὁρ´μον, χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν: νόσφιν δ ἤνωγον καλέειν λευκωλένου Ἥρης, νή μιν ἔπειτ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν. αὐτὰρ ἐπεὶ τό γ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις, βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ. αὐτὰρ ἐπεί ῥ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον, αὐτίκ ἄρ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα, πάντα μάλ, ὡς ἐπέτελλον Ὀλύμπια δώματ ἔχουσαι. τῇ δ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι: βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθ ὁμοῖαι. εὖτ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια, δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι. ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δ ἔρεισε λειμῶνι μαλακῷ: μείδησε δὲ γαῖ ὑπένερθεν: ἐκ δ ἔθορε πρὸ φόωσδε: θεαὶ δ ὀλόλυξαν ἅπασαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기