- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον]?, part 2:

(익명 저작, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον], part 2:)

πῶς τ ἄρ ς ὑμνήσω πάντως εὐύμνον ἐόντα· πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατ ἀοιδῆς, ἠμὲν ἀν ἤπειρον πορτιτρόφον ἠδ ἀνὰ νήσους: πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι ὑψηλῶν ὀρέων ποταμοί θ ἅλαδε προρέοντες ἀκταί τ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης. ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι, κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ, Δήλῳ ἐν ἀμφιρύτῃ· ἑκάτερθε δὲ κῦμα κελαινὸν ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν, ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις. ὅσσους Κρήτη τ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν νῆσός τ Αἰγίνη ναυσικλειτή τ Εὔβοια, Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος Θρηίκιός τ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα Θρηικίη τε Σάμος Ἴδης τ ὄρεα σκιόεντα, Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ, Ἴμβρος τ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα Λέσβος τ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος, καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται, παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ καὶ Σάμος ὑδρηλὴ Μυκάλης τ αἰπεινὰ κάρηνα Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων, καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα Νάξος τ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα, τόσσον ἔπ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ, εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION