- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον]?, part 1:

(익명 저작, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον], part 1:)

μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο, ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα: καί ῥά τ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο πάντες ἀφ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει. Λητὼ δ οἰή μίμνε παραὶ Διὶ τερπικεραύνῳ, ἥ ῥα βιόν τ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην, καί οἱ ἀπ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο πασσάλου ἐκ χρυσέου: τὸν δ ἐς θρόνον εἷσεν ἄγουσα. τῷ δ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ δεικνύμενος φίλον υἱόν: ἔπειτα δὲ δαίμονες ἄλλοι ἔνθα καθίζουσιν: χαίρει δέ τε πότνια Λητώ, οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε. χαῖρε, μάκαιρ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα, Ἀπόλλωνά τ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν, τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ, κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον, ἀγχοτάτω φοίνικος, ἐπ Ἰνωποῖο ῥεέθροις.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION