- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον]?, part

(익명 저작, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον], part)

μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο, ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα: καί ῥά τ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο πάντες ἀφ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει. Λητὼ δ οἰή μίμνε παραὶ Διὶ τερπικεραύνῳ, ἥ ῥα βιόν τ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην, καί οἱ ἀπ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο πασσάλου ἐκ χρυσέου: τὸν δ ἐς θρόνον εἷσεν ἄγουσα. τῷ δ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ δεικνύμενος φίλον υἱόν: ἔπειτα δὲ δαίμονες ἄλλοι ἔνθα καθίζουσιν: χαίρει δέ τε πότνια Λητώ, οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε. χαῖρε, μάκαιρ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα, Ἀπόλλωνά τ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν, τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ, κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον, ἀγχοτάτω φοίνικος, ἐπ Ἰνωποῖο ῥεέθροις. πῶς τ ἄρ ς ὑμνήσω πάντως εὐύμνον ἐόντα·

πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατ ἀοιδῆς, ἠμὲν ἀν ἤπειρον πορτιτρόφον ἠδ ἀνὰ νήσους: πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι ὑψηλῶν ὀρέων ποταμοί θ ἅλαδε προρέοντες ἀκταί τ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης. ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι, κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ, Δήλῳ ἐν ἀμφιρύτῃ· ἑκάτερθε δὲ κῦμα κελαινὸν ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν, ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις. ὅσσους Κρήτη τ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν νῆσός τ Αἰγίνη ναυσικλειτή τ Εὔβοια, Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος Θρηίκιός τ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα Θρηικίη τε Σάμος Ἴδης τ ὄρεα σκιόεντα, Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ, Ἴμβρος τ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα Λέσβος τ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος, καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται, παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ καὶ Σάμος ὑδρηλὴ Μυκάλης τ αἰπεινὰ κάρηνα Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων, καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα Νάξος τ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα, τόσσον ἔπ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ, εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι. αἳ δὲ μάλ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα:

πρίν γ ὅτε δή ῥ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα: δῆλ, εἰ γάρ κ ἐθέλοις ἕδος ἔμμεναι υἱο῀ς ἐμοῖο, Φοίβου Ἀπόλλωνος, θέσθαι τ ἔνι πίονα νηόν, - ἄλλος δ οὔτις σεῖό ποθ ἅψεται, οὐδέ σε λήσει:

οὐδ εὔβων σέ γ ἔσεσθαι ὀίομαι οὔτ εὔμηλον, οὐδὲ τρύγην οἴσεις οὔτ ἂρ φυτὰ μυρία φύσεις. εἰ δέ κ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα, ἄνθρωποί τοι πάντες ἀγινήσους ἑκατόμβας ἐνθάδ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ δημοῦ ἀναΐξει βοσκήσεις θ οἵ κέ ς ἔχωσι χειρὸς ἀπ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπ οὖδας. ὣς φάτο: χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα: Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο, ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος δεξαίμην:

αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς ἀνδράσιν: ὧδε δέ κεν περιτιμήεσσα γενοίμην. ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω: λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν. τῷ ῥ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν, μή, ὁπότ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο, νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι, ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν, ἔνθ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ κλύσσει: ὃ δ ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ, τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα: πουλύποδες δ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν. ἀλλ εἴ μοι τλαίης γε, θεά, μέγαν ὁρ´κον ὀμόσσαι, ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα [1τεύξασθαι νηούς τε καὶ ἄλσεα δενδρηέντα ]1 πάντας ἐπ ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται. ὣς ἄρ ἔφη:

Λητὼ δὲ θεῶν μέγαν ὁρ´κον ὄμοσσε: ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστος ὁρ´κος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν: ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ βωμὸς καὶ τέμενος, τίσει δέ σέ γ ἔξοχα πάντων. αὐτὰρ ἐπεί ῥ ὄμοσέν τε τελεύτησέν τε τὸν ὁρ´κον, Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος:

Λητὼ δ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις ὠδίνεσσι πέπαρτο. θεαὶ δ ἔσαν ἔνδοθι πᾶσαι, ὅσσαι ἄρισται ἐάσι, Διώνη τε Ῥείη τε Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη ἄλλαι τ ἀθάναται νόσφιν λευκωλένου Ἥρης: ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο: μούνη δ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια: ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν, Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκε ζηλοσύνῃ, ὅτ ἄρ υἱὸν ἀμύμονά τε κρατερόν τε Λητὼ τέξεσθαι καλλιπλόκαμος τότ ἔμελλεν. αἳ δ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου, ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὁρ´μον, χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν:

νόσφιν δ ἤνωγον καλέειν λευκωλένου Ἥρης, νή μιν ἔπειτ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν. αὐτὰρ ἐπεὶ τό γ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις, βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ. αὐτὰρ ἐπεί ῥ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον, αὐτίκ ἄρ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα, πάντα μάλ, ὡς ἐπέτελλον Ὀλύμπια δώματ ἔχουσαι. τῇ δ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι: βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθ ὁμοῖαι. εὖτ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια, δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι. ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δ ἔρεισε λειμῶνι μαλακῷ: μείδησε δὲ γαῖ ὑπένερθεν: ἐκ δ ἔθορε πρὸ φόωσδε: θεαὶ δ ὀλόλυξαν ἅπασαι. ἔνθα σέ, ἠιέ Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δ ἐν φάρεϊ λευκῷ, λεπτῷ, νηγατέῳ:

περὶ δὲ χρύσεον στρόφον ἧκαν. οὐδ ἄρ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ, ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν ἀθανάτῃσιν χερσὶν ἐπήρξατο:

χαῖρε δὲ Λητώ, οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν. αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ, οὔ σέ γ ἔπειτ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα, οὐδ ἔτι δέσματ ἔρυκε, λύοντο δὲ πείρατα πάντα. αὐτίκα δ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων: εἰή μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα, χρήσω δ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.

ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος:

αἳ δ ἄρα πᾶσαι θάμβεον ἀθάναται: χρυσῷ δ ἄρα Δῆλος ἅπασα [βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην, γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον. ] ἤνθης, ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης. αὐτὸς δ, ἀργυρότοξε, ἄναξ ἑκατηβόλ Ἄπολλον, ἄλλοτε μέν τ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος, ἄλλοτε δ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.

πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα: πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι ὑψηλῶν ὀρέων ποταμοί θ ἅλαδε προρέοντες: ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστ ἐπιτέρπεαι ἦτορ, ἔνθα τοι ἑλκεχίτωνες Ιἄονες ἠγερέθονται αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν. οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ μνησάμενοι τέρπουσιν, ὅτ ἄν στήσωνται ἀγῶνα. φαίη κ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί, ὃς τόθ ὑπαντιάσει, ὅτ Ιἄονες ἀθρόοι εἰε῀ν: πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν ἄνδρας τ εἰσορόων καλλιζώνους τε γυναῖκας νῆάς τ ὠκείας ἠδ αὐτῶν κτήματα πολλά. πρὸς δὲ τόδε μέγα θαῦμα, ὁού κλέος οὔποτ ὀλεῖται, κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι: αἵ τ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλων ὑμνήσωσιν, αὖτις δ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν, μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλ ἀνθρώπων. πάντων δ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν μιμεῖσθ ἴσασιν: φαίη δέ κεν αὐτὸς ἕκαστος φθέγγεσθ: οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή. ἀλλ ἄγεθ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδιξύν, χαίρετε δ ὑμεῖς πᾶσαι:

ἐμεῖο δὲ καὶ μετόπισθεν μνήσασθ, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων ἐθάδ ἁνείρηται ξεῖνος ταλαπείριος ἐλθών: ὦ κοῦραι, τίς δ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα· ὑμεῖς δ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως: τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ τοῦ μᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί. ἡμεῖς δ ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπ αἰᾶν ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας: οἳ δ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν. αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION