- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Δημήτραν? 48:

(익명 저작, Homeric Hymns, Εἲς Δημήτραν 48:)

αὐτὰρ ἐπειδὴ πάνθ ὑπεθήκατο δῖα θεάων, βάν ῥ ἴμεν Οὔλυμπόνδε θεῶν μεθ ὁμήγυριν ἄλλων. ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ σεμναί τ αἰδοῖαι τε: μέγ ὄλβιος, ὅν τιν ἐκεῖναι προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων: αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν. ἀλλ ἄγ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα, πότνια, ἀγλαόδωρ, ὡρηφόρε, Δηοῖ ἄνασσα, αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια: πρόφρονες ἀντ ᾠδῆς βίοτον θυμήρε ὄπαζε. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ ἀοιδῆς.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION