호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς [δωσέμεν, ἅς κ ἐθέλῃσθα] μετ ἀθανάτοισι θεοῖσι. [νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο [τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα, [τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν. [ὣς ἄρ ἔφη τελέ]εσθαι: ἑῷ δ ἐπένευσε κάρητι. [ἀλλ ἴθι, τέκνον] ἐμόν, καὶ πείθεο, μηδέ τι λίην ἀ[ζηχὲς μεν]έαινε κελαινεφέι Κρονίωνι. α[ἶψα δὲ κα]ρπὸν ἀέξε φερέσβιον ἀνθρώποισιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기