- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Δημήτραν? 40:

(익명 저작, Homeric Hymns, Εἲς Δημήτραν 40:)

ὣς φάτο: γήθησεν δὲ περίφρων Περσεφόνεια, καρπαλίμως δ ἀνόρους ὑπὸ χάρματος: αὐτὰρ ὅ γ αὐτὸς ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ, ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα αὖθι παρ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ. ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν ἔντυεν ἀθανάτους Πολυσημάντωρ Αἰδωνευς. ἣ δ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι σεῦε διὲκ μεγάρων: τὼ δ οὐκ ἀέκοντε πετέσθην. ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν: οὐδὲ θάλασσα οὔθ ὕδωρ ποταμῶν οὔτ ἄγκεα ποιήεντα ἵππων ἀθανάτων οὔτ ἄκριες ἔσχεθον ὁρμήν, ἀλλ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες. στῆσε δ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ, νηοῖο προπάροιθε θυώδεος: ἣ δὲ ἰδοῦσα ἠίξ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ. Περσεφόνη δ ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ] μητρὸς ἑῆς κατ [ἄρ ἥ γ ὄχεα προλιποῦσα καὶ ἵππους] ἆλτο θέει[ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα: ] τῇ δὲ [φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ] α[ἶψα δόλον θυμός τιν ὀίσατο, τρέσσε δ ἄρ αἰνῶς] παυομ[ένη φιλότητος, ἄφαρ δ ἐρεείνετο μύθῳ: ] τέκνον, μή ῥά τι μοι ς[ύ γε πάσσαο νέρθεν ἐοῦσα] βρώμης· ἐξαύδα, μ[ὴ κεῦθ, ἵνα εἴδομεν ἄμφω: ] ὣς μὲν γάρ κεν ἐοῦσα π[αρὰ στυγεροῦ Αἴδαο] καὶ παρ ἐμοὶ καὶ πατρὶ κελ[αινεφέϊ Κρονίωνι] ναιετάοις πάντεσσι τετιμ[ένη ἀθανάτοι]σιν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION