호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἵδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων, Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς ἀθανάτοις λήξειεν: ἐπεὶ μέγα μήδεται ἔργον, φθῖσαι φῦλ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων, σπέρμ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς ἀθανάτων: ἣ δ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι μίσγεται, ἀλλ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기