- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Δημήτραν? 35:

(익명 저작, Homeric Hymns, Εἲς Δημήτραν 35:)

αὐτὰρ ἐπεὶ τό γ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς, εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην, ὄφρ Αἴδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο. Ἑρμῆς δ οὐκ ἀπίθησεν, ἄφαρ δ ὑπὸ κεύθεα γαίης ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο. τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα, ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι, πόλλ ἀεκαζομένῃ μητρὸς πόθῳ: ἣ δ ἀποτηλοῦ ἔργοις θεῶν μακάρων [δεινὴν] μητίσετο βουλήν. ἀγχοῦ δ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION