- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Δημήτραν? 34:

(익명 저작, Homeric Hymns, Εἲς Δημήτραν 34:)

ὣς φάτο λισσομένη: τῇ δ οὐκ ἐπεπείθετο θυμός. αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας πάντας ἐπιπροΐαλλεν: ἀμοιβηδὶς δὲ κιόντες κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα τιμάς θ, ἅς κ ἐθέλοιτο μετ ἀθανάτοισιν ἑλέσθαι. ἀλλ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα θυμῷ χωομένης: στερεῶς δ ἠναίνετο μύθους. οὐ μὲν γάρ ποτ ἔφασκε θυώδεος Οὐλύμποιο πρίν γ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν, πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION