호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτ ἀγαθοῖο αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο: καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης. ἴστω γὰρ θεῶν ὁρ´κος, ἀμείλικτον Στυγὸς ὕδωρ, ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν: νῦν δ οὐκ ἔσθ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι: τιμὴ δ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἰαύσεν. ὡρ´ῃσιν δ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν αἰὲν ἐν ἀλλήλοισιν συνάξους ἤματα πάντα. εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον ἀθανάτοις θνητοῖς τ ὄνεαρ καὶ χάρμα τέτυκται. ἀλλ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπ αὐτῷ τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ. ὄργια δ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε. Ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε γῆρας ἀπωσαμένη: περί τ ἀμφί τε κάλλος ἀήτο: ὀδμὴ δ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους, αὐγῆς δ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς: βῆ δὲ διὲκ μεγάρων: τῆς δ αὐτίκα γούνατ ἔλυντο, δηρὸν δ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι. τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν, κὰδ δ ἄρ ἀπ εὐστρώτων λεχέων θόρον: ἣ μὲν ἔπειτα παῖδ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ: ἣ δ ἄρα πῦρ ἀνέκαι: ἣ δ ἔσσυτο πόσς ἁπαλοῖσι μητέρ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο. ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα ἀμφαγαπαζόμεναι: τοῦ δ οὐ μειλίσσετο θυμός: χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기