- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Δημήτραν? 25:

(익명 저작, Homeric Hymns, Εἲς Δημήτραν 25:)

ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ χείρεσς ἀθανάτῃσι: γεγήθει δὲ φρένα μήτηρ. ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν Δημοφόωνθ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα, ἔτρεφεν ἐν μεγάροις: ὃ δ ἀέξετο δαίμονι ἶσος, οὔτ οὖν σῖτον ἔδων, οὐ θησάμενος [γάλα μητρὸς ἠματίη μὲν γὰρ καλλιστέφανος] Δημήτηρ χρίεσκ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα: νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν λάθρα φίλων γονέων: τοῖς δὲ μέγα θαῦμ ἐτέτυκτο, ὡς προθαλὴς τελέθεσκε: θεοῖσι γὰρ ἄντα ἐῴκει. καί κέν μιν ποίησεν ἀγήρων τ ἀθάνατόν τε, εἰ μὴ ἄρ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα νύκτ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο σκέψατο: κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ δείσας ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ καί ῥ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION