- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Δημήτραν? 21:

(익명 저작, Homeric Hymns, Εἲς Δημήτραν 21:)

αἶψα δὲ δώμαθ ἵκοντο διοτρεφέος Κελεοῖο, βὰν δὲ δι αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο παῖδ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος: αἳ δὲ πὰρ αὐτὴν ἔδραμον: ἣ δ ἄρ ἐπ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο. τὴν δ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν: εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν. ἀλλ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος, ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ, ἀλλ ἀκέους ἀνέμιμνε κατ ὄμματα καλὰ βαλοῦσα, πρίν γ ὅτε δή οἱ ἔθηκεν Ιἄμβη κέδν εἰδυῖα πηκτὸν ἕδος, καθύπερθε δ ἐπ ἀργύφεον βάλε κῶας. ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην: δηρὸν δ ἄφθογγος τετιημένη ἧστ ἐπὶ δίφρου, οὐδέ τιν οὔτ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ, ἀλλ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός, πρίν γ ὅτε δὴ χλεύῃς μιν Ιἄμβη κέδν εἰδυῖα πολλὰ παρασκώπτους ἐτρέψατο πότνιαν ἁγνήν, μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν: ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὐάδεν ὀργαῖς. τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου πλήσας: ἣ δ ἀνένευς: οὐ γὰρ θεμιτόν οἱ ἔφασκε πίνειν οἶνον ἐρυθρόν: ἄνωγε δ ἄρ ἄλφι καὶ ὕδωρ δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ. ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε: δεξαμένη δ ὁσίης ἕνεκεν πολυπότνια Δηώ τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION