- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Δημήτραν? 15:

(익명 저작, Homeric Hymns, Εἲς Δημήτραν 15:)

ὣς ἔφαν: ἣ δ ἐπέεσσιν ἀμείβετο πότνα θεάων: τέκνα φίλ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων, χαίρετ: ἐγὼ δ ὑμῖν μυθήσομαι: οὔ τοι ἀεικὲς ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι. Δωσὼ ἐμοί γ ὄνομ ἐστί: τὸ γὰρ θέτο πότνια μήτηρ. νῦν αὖτε Κρήτηθεν ἐπ εὐρέα νῶτα θαλάσσης ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δ ἀέκουσαν ἀνάγκῃ ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί, δεῖπνόν τ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός: ἀλλ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός: λάθρη δ ὁρμηθεῖσα δι ἠπείροιο μελαίνης φεύγου ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς. οὕτω δεῦρ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα, ἥ τις δὴ γαῖ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν. ἀλλ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματ ἔχοντες δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι, ὡς ἐθέλουσι τοκῆες: ἐμὲ δ αὖτ οἰκτείρατε, κοῦραι. [τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,] προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθ ἵκωμαι ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι πρόφρων, οἱᾶ γυναικὸς ἀφήλικος ἔργα τέτυκται: καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων δεσπόσυνον καί κ ἔργα διδασκήσαιμι γυναῖκας.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION