호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο: ἀγχοῦ δ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων: τοὶ δ ὑπ ὀμοκλῆς ῥίμφα φέρον θοὸν ἁρ´μα τανύπτεροι ὥστ οἰωνοί. Τὴν δ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν: χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον ᾤχετ ἐπ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα εἶδος ἀμαλδύνουσα πολὺν χρόνον: οὐδέ τις ἀνδρῶν εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν, πρίν γ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα, ὃς τότ Ἐλευσῖνος θυοέσσης κοίρανος ἠε῀ν. ἕζετο δ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ, Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται, ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης, γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης, οἱαί῀ τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα. τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες ἐρχόμεναι μεθ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός, τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι, Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τ ἐρόεσσα Καλλιθόη θ, ἣ τῶν προγενεστάτη ἠε῀ν ἁπασῶν: οὐδ ἔγνον: χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기