호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς φάτο: ἀμφὶ δὲ τιμὴν ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη, τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι. τὴν δ Ὑπεριονίδης ἠμείβετο μύθῳ: Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα, εἰδήσεις: δὴ γὰρ μέγα ς ἅζομαι ἠδ ἐλεαίρω ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ: οὐδέ τις ἄλλος αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς, ὅς μιν ἔδωκ Αἴδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν αὐτοκασιγνήτῳ: ὃ δ ὑπὸ ζόφον ἠερόεντα ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν. ἀλλά, θεά, κατάπαυε μέγαν γόον: οὐδέ τί σε χρὴ μὰψ αὔτως ἄπλητον ἔχειν χόλον: οὔ τοι ἀεικὴς γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Αἰδωνεύς, αὐτοκασίγνητος καὶ ὁμόσπορος:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기