호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἁρπάξας δ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν ἦγ ὀλοφυρομένην: ἰάχησε δ ἄρ ὄρθια φωνῇ, κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον. οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων ἤκουσεν φωνῆς, οὐδ ἀγλαόκαρποι ἐλαῖαι εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα ἀιέν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος, Ηἔλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός, κούρης κεκλομένης πατέρα Κρονίδην: ὃ δὲ νόσφιν ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ, δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων. τὴν δ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων, ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기