호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἳ μὲν γὰρ Δρακάνῳ ς, οἳ δ Ἰκάρῳ ἠνεμοέσσῃ φάς, οἳ δ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα, οἳ δέ ς ἐπ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ: ἄλλοι δ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι, ψευδόμενοι: σὲ δ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε πολλὸν ἀπ ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην. ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων, καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλ ἐνὶ νηοῖς. ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας. ἦ καὶ κυανέῃσιν ἐπ ὀφρύσι νεῦσε Κρονίων:
ἀμβρόσιαι δ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ ἀθανάτοιο: μέγαν δ ἐλέλιξεν Ὄλυμπον. ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς. ἵληθ, εἰραφιῶτα, γυναιμανές:
οἱ δέ ς ἀοιδοὶ ᾄδομεν ἀρχόμενοι λήγοντές τ: οὐδέ πῃ ἔστι σεῖ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς. καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυς εἰραφιῶτα, σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기