호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών, θύειν τε λείβειν θ, ὡς θεοῖς, Ὀλυμπίοις, σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.? καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις: ἐμοὶ δ ὀπαδοὺς τούσδε καὶ δορυσσόους ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας, καὶ μὴ ξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν λάθοιμι, χώρᾳ δ ἄχθος ἀείζων πέλοι. τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς χάριν σέβεσθαι τιμιωτέραν χρεών. καὶ ταῦθ ἅμ ἐγγράψασθε πρὸς γεγραμμένοις πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός, ἀγνῶθ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ. πᾶς δ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει κακήν, τό τ εἰπεῖν εὐπετὲς μύσαγμά πως. ὑμᾶς δ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ, ὡρ´αν ἐχούσας τήνδ ἐπίστρεπτον βροτοῖς. τέρειν ὀπώρα δ εὐφύλακτος οὐδαμῶς: θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν· καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ. καρπώματα στάζοντα κηρύσσει Κύπρις καλωρα κωλύουσαν θωσμένειν ἐρῶ, καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι πᾶς τις παρελθὼν ὄμματος θελκτήριον τόξευμ ἔπεμψεν, ἱμέρου νικώμενος. πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος πολὺς δὲ πόντος οὕνεκ ἠρόθη δορί, μηδ αἶσχος ἡμῖν, ἡδονὴν δ ἐχθροῖς ἐμοῖς πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ, οἰκεῖν λάτρων ἄτερθεν: εὐπετῆ τάδε. μόνον φύλαξαι τάσδ ἐπιστολὰς πατρός, τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον. τἄλλ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων. ἐμῆς δ ὀπώρας οὕνεκ εὖ θάρσει, πάτερ. εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον, ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기